Δεν έχετε προϊόντα στο καλάθι αγορών σας.
0TEM.
Δεν έχετε προϊόντα στο καλάθι αγορών σας.
(βραδυνὴ προσευχή)
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Δέσποτα Παντοκράτωρ, ὁ καταξιώσας ἡμᾶς διελθεῖν τὸ μῆκος τῆς ἡμέρας ταύτης, πρόσδεξαι τὰς ἐσπερινὰς ἡμῶν δεήσεις καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους Σου ἐπὶ πάντας ἡμᾶς τοὺς δεομένους Σου. Τείχισον ἡμᾶς τοῖς Ἁγίοις Ἀγγέλοις Σου, περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ Σου, φρούρησον ἡμᾶς τῇ δυνάμει Σου, φύλαξον ὑπὸ τὴν σκέπην Σου τὸν Στρατὸν καὶ ἅπαν τὸ Ἑλληνικὸν Ἔθνος, παράσχου δὲ ἡμῖν καὶ τὴν ἐπερχομένην νύκτα εἰρηνικὴν καὶ ἀναμάρτητον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. Πρεσβείαις τῆς Ὑπεραγίας ἡμῶν Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.