Δεν έχετε προϊόντα στο καλάθι αγορών σας.
0TEM.
Δεν έχετε προϊόντα στο καλάθι αγορών σας.
Πρὸ τοῦ δείπνου
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον (γ’).
Φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες Αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ἀμήν.
Μετὰ τὸ δεῖπνον - Εὐχαριστία
Εὔφρανας ἡμᾶς Κύριε, ἐν τοῖς ποιήμασί Σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου Σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν. Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα, καὶ ὑπνώσωμεν· ὅτι Σύ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκησας ἡμᾶς.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ἐν ἡμέραις νηστείας, μετὰ τὸ δεῖπνον, ἀντὶ «Ἔφρανας ἡμᾶς...» λέγομεν τὴν Εὐχαριστίαν τοῦ γεύματος «Εὐχαριστοῦμεν Σοι, Χριστέ ὁ Θεός ἡμῶν...».